Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.140.1 | Hdt. 2.141.3 (English) | >>Hdt. 2.142.2 |
2.141.1
μετὰ δὲ τοῦτον βασιλεῦσαι τὸν ἱρέα τοῦ Ἡφαίστου , τῷ οὔνομα εἶναι Σεθῶν · τὸν ἐν ἀλογίῃσι ἔχειν παραχρησάμενον τῶν μαχίμων Αἰγυπτίων ὡς οὐδὲν δεησόμενον αὐτῶν , ἄλλα τε δὴ ἄτιμα ποιεῦντα ἐς αὐτούς , καί σφεας ἀπελέσθαι τὰς ἀρούρας · τοῖσι ἐπὶ τῶν προτέρων βασιλέων δεδόσθαι ἐξαιρέτους ἑκάστῳ δυώδεκα ἀρούρας .
2.141.2 μετὰ δὲ ἐπʼ Αἴγυπτον ἐλαύνειν στρατὸν μέγαν Σαναχάριβον βασιλέα Ἀραβίων τε καὶ Ἀσσυρίων · οὔκων δὴ ἐθέλειν τοὺς μαχίμους τῶν Αἰγυπτίων βοηθέειν .
2.141.3 τὸν δʼ ἱρέα ἐς ἀπορίην ἀπειλημένον ἐσελθόντα ἐς τὸ μέγαρον πρὸς τὤγαλμα ἀποδύρεσθαι οἷα κινδυνεύει παθεῖν . ὀλοφυρόμενον δʼ ἄρα μιν ἐπελθεῖν ὕπνον , καί οἱ δόξαι ἐν τῇ ὄψι ἐπιστάντα τὸν θεὸν θαρσύνειν ὡς οὐδὲν πείσεται ἄχαρι ἀντιάζων τὸν Ἀραβίων στρατόν · αὐτὸς γάρ οἱ πέμψειν τιμωρούς .
2.141.4 τούτοισι δή μιν πίσυνον τοῖσι ἐνυπνίοισι , παραλαβόντα Αἰγυπτίων τοὺς βουλομένους οἱ ἕπεσθαι , στρατοπεδεύσασθαι ἐν Πηλουσίῳ · ταύτῃ γὰρ εἰσὶ αἱ ἐσβολαί · ἕπεσθαι δέ οἱ τῶν μαχίμων μὲν οὐδένα ἀνδρῶν , καπήλους δὲ καὶ χειρώνακτας καὶ ἀγοραίους ἀνθρώπους .
2.141.5 ἐνθαῦτα ἀπικομένοισι note τοῖσι ἐναντίοισι αὐτοῖσι ἐπιχυθέντας νυκτὸς μῦς ἀρουραίους κατὰ μὲν φαγεῖν τοὺς φαρετρεῶνας αὐτῶν κατὰ δὲ τὰ τόξα , πρὸς δὲ τῶν ἀσπίδων τὰ ὄχανα , ὥστε τῇ ὑστεραίῃ φευγόντων σφέων γυμνῶν πεσεῖν πολλούς .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.140.1 | Hdt. 2.141.3 (English) | >>Hdt. 2.142.2 |